Skip to content

May 17, 2020

Δεύτε πόμα πίωμεν καινόν

Κυριακή της Σαμαρείτιδος (Αγίας Φωτεινής), Χριστός Ανέστη!

capture_126

«Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον· ἀλλ’ ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα» (γ΄Ωδή Κανόνος του Πάσχα)

KyriakiSamaritidos02Εἰ ᾔδεις τήν δωρεάν τοῦ Θεοῦ καί τίς ἐστιν ὁ λέγων σοι, δός μοι πιεῖν, σύ ἂν ᾔτησας αὐτόν, καί ἔδωκεν ἄν σοι ὕδωρ ζῶν11 λέγει αὐτῷ ἡ γυνή· Κύριε, οὔτε ἄντλημα ἔχεις, καί τό φρέαρ ἐστί βαθύ· πόθεν οὖν ἔχεις τό ὕδωρ τό ζῶν; 12 μή σύ μείζων εἶ τοῦ πατρός ἡμῶν Ἰακώβ, ὃς ἔδωκεν ἡμῖν τό φρέαρ, καί αὐτός ἐξ αὐτοῦ ἔπιε καί οἱ υἱοί αὐτοῦ καί τά θρέμματα αὐτοῦ; 13 ἀπεκρίθη Ἰησοῦς καί εἶπεν αὐτῇ· Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν· 14 ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγώ δώσω αὐτῷ, οὐ μή διψήσει εἰς τόν αἰῶνα, ἀλλά τό ὕδωρ ὃ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγή ὕδατος ἁλλομένου εἰς ζωήν αἰώνιον15 λέγει πρός αὐτόν ἡ γυνή· Κύριε, δός μοι τοῦτο τό ὕδωρ” (Κατά Ιωάννην Δ’ 10-15)

 

“…ὅθεν ὁ Μελωδός διά νά φανερώση τήν τοῦ Εἱρμοῦ προσαρμογήν μέ τήν ᾨδήν τῆς Ἄννης ἀνατρέχει εἰς τήν παλαιάν ἱστορίαν τῆς Ἐξόδου ὅπου γράφεται ὅτι ἐκ τῆς ἀκροτόμου καί στερεᾶς πέτρας ἀνέβλυσεν ὕδωρ· διό λέγει: Ἐλᾶτε, ὦ φιλοχριστοι λαοί, νά πίωμεν ὕδωρ καινόν, ὁπού ἀνακαινίζει καί ἀφθαρτίζει ἡμᾶς· ὄχι καθώς ἦτον ἐκεῖνο ὁπού ἔπιεν ὁ λαός τοῦ Ἰσραήλ, τό διά θαυματουργίας ἀναβλύζον ἀπό τήν πέτραν τήν ἄγονον καί στερεάν· διότι ἂν καί ἐκεῖνο ἦτον καινούργιον διά τόν παράδοξον τρόπον μέ τόν ὁποῖον ἀνέλβυσε, δέν ἦτον ὅμως καινόν, ὡς ἀνακαινίζον καί ἀφθαρτίζον τούς πίνοντας. Τοιοῦτον λοιπόν νερόν καινόν ἂς μή πίωμεν, ἀλλά ἂς πίωμεν πηγήν ἀφθαρσίας: ἤτοι τήν ἀφθαρτίζουσαν ἡμᾶς καί ἀνακαινίζουσαν, τήν ὁποίαν ἐπήγασεν ὁ Χριστός ἐκ τοῦ πετρίνου τάφου του σήμερον ἀναστάς, καθώς καί τήν προτέραν πηγήν τοῦ φθαρτοῦ ὕδατος ἐπήγασεν ἐκ τῆς πέτρας ὁ αὐτός Χριστός· ἐν ᾧ Χριστῷ ἡμεῖς οἱ πιστοί στερεούμεθα ὡς ἐπάνω εἰς λίθον στερεόν καί θεμέλιον ἄσειστον, ὡς λέγει ὁ Παῦλος. «Ὡς σοφός γάρ, φησίν, ἀρχιτέκτων θεμέλιον τέθεικα, θεμέλιον δέ ἄλλον οὐδείς δύναται θεῖναι παρά τόν κείμενον, ὅς ἐστιν Ἰησοῦς ὁ Χριστός» (Α´ Κορ. γ´ 10-11).” (απόσπασμα Ἁγ. Nικοδήμου τοῦ Ἁγιορείτου Ἑρμηνεία τοῦ Εἱρμοῦ τῆς γ´ ᾨδῆς τοῦ Κανόνος τοῦ Πάσχα) 

Read more from Καθημερινά

Share your thoughts, post a comment.

(required)
(required)

Note: HTML is allowed. Your email address will never be published.

Subscribe to comments